Petition and Prayer - Feast of Holy Doctors

Αίτηση και Ευχή - Σύναξη των Αγίων Ιατρών

Αίτηση και Ευχή - Σύναξη των Αγίων Ιατρών

>>> Ανοίξτε το PDF αρχείο <<<

ΑΙΤΗΣΗ

«Ἔτι δεόμεθα ὑπὲρ  τῶν ἐν ἀσθενείαις κατακειμένων
καὶ ἐν θλίψεσιν καὶ περιστάσεσιν ὄντων,
καὶ ὑπὲρ  τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καὶ πάντων τῶν διακονούντων καὶ παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καὶ κουφισμὸν ἐν τοῖς χώροις τῆς Ὑγείας˙
ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον ἐνισχῦσαι, συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».

ΕΥΧΗ

Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί Σωτήρ τοῦ κόσμου˙ ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε καί Σωτήρ τῶν νοσούντων˙ ὁ τάς σωματικάς καί τάς ψυχικάς θλίψεις τῶν ἀνθρώπων θεραπεύων˙ ὁ νικητής τοῦ θανάτου˙ αἰτούµεθά Σου, ὁ Θεός ἡµῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς, καί πάντας τούς ἐν ἀσθενείαις κατακειμένους καί ἐν θλίψεσιν καί περιστάσεσιν ὄντας, ἀπό πάσης νόσου καί ἀπό παντός µολυσµοῦ σαρκός καί πνεύµατος. Κύριε, μή ἐγκαταλίπῃς ἡμᾶς. Τήν ἰατρικήν Σου δύναµιν οὐρανόθεν ἐξαπόστειλον. Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Βοήθησον ἡμῖν εἰς καιρόν ἀσθενείας καί ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Παῦσον πᾶσαν μάστιγα, ὑπομονήν δέ δός ἡμῖν, Κύριε. Ἀνάστησον ἡμᾶς. Γενοῦ πᾶσιν ἡμῖν ἰατρός˙ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης ὀδυνηρᾶς καί ἀπό στρωµνῆς κακώσεως. Ἐξαιρέτως δέ ἐν τῇ ἑορτῇ ταύτῃ τῶν Ἁγίων Ἰατρῶν,  πρόσδεξαι τάς ἱκεσίας πάντων τῶν  ἰατρῶν, τῶν  νοσηλευτῶν, καί πάντων  τῶν  διακονούντων καί παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας. Ἐνίσχυσον αὐτούς διά τῆς φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου. Ἀποκατάστησον δέ ἡμᾶς ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος˙ πρεσβείαις τῆς Ὑπεραγίας Θεοτόκου, τῶν Ἁγίων Ἰατρῶν, καί πάντων τῶν Ἁγίων σου. Ὅτι σύ εἶ ὁ Θεός ἡμῶν, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, καί σοί τήν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δίκτυον τοῦ Οἰκουμενικοῦ Πατριαρχείου διά τήν Ποιμαντικήν Διακονίαν εἰς τόν Χῶρον τῆς Ὑγείας