Dismissal Hymn - Kontakion - Petition - Prayer
Απολυτίκιο - Κοντάκιο - Αίτηση - Ευχή
Ἀπολυτίκιον Ἁγίων Ἰατρῶν
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Ἰατρείας τὴν γνῶσιν, τῷ Θεῷ ὑποτάξαντες, καὶ τῇ ἐπιστήμῃ ἀγάπης, ἐν τοῖς ἔργοις δουλεύσαντες, ὡς ἔφη ὁ Χριστὸς εἰς ἑκατόν, ἐκτήσασθε τῶν πόνων τὸν μισθόν, εἰς αἰῶνας μαρτυρούμενοι Ἰατροί, τοῖς θαύμασι τῶν νοσούντων. Δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ χαριτώσαντι, δόξα τῷ δωρουμένῳ δι’ ὑμῶν, πᾶσιν ἰάματα.
Στὴν Δημοτικὴ
Ὑποτάσσοντας στὸν Θεὸ τὴν ἰατρικὴ γνώση καὶ ὑπηρετῶντας τὴν ἐπιστήμη μὲ τὰ ἔργα τῆς ἀγάπης, ἀποκτήσατε, ὅπως εἶπε ὁ Χριστός, τὸν μισθὸ τῶν κόπων σας ἑκατονταπλάσιο, μὲ αἰώνια μαρτυρία γιὰ σᾶς, Ἰατροί, τὰ θαύματα τῶν ἀσθενῶν. Δόξα σ’ Ἐκεῖνον ποὺ σᾶς ἔκανε ἀξιοθαύμαστους, δόξα σ’ Ἐκεῖνον ποὺ σᾶς ἔδωσε τὴ Χάρη Του, δόξα σ’ Ἐκεῖνον ποὺ δωρίζει σὲ ὅλους μας θεραπεῖες.
Ἔτερον.
Ἦχος γ'. Θείας πίστεως.
Θείας χάριτος, τῇ συνεργίᾳ, ἐπαρκέσαντες, τῶν ἀσθενούντων, ταῖς ἀνάγκαις καὶ χρείαις μακάριοι, ἐν Ἰατροῖς ἐγνωρίσθητε Ἅγιοι, Θεοῦ τὴν δόξαν τοῖς πέρασι φαίνοντες. Ὅθεν πάντοτε, αὐτῷ ἐκτενῶς πρεσβεύετε, ὑγείαν καὶ χαρὰν ἡμῖν δωρήσασθαι.
Στὴν Δημοτικὴ
Μὲ τὴ συνεργασία τῆς Θείας Χάρης, βοηθῶντας στὶς ἀνάγκες καὶ τὶς ἐλλείψεις τῶν ἀσθενῶν, ἀναδειχθήκατε Ἅγιοι ἀνάμεσα στοὺς Ἰατρούς, μακάριοι, φανερώνοντας στὰ πέρατα τοῦ κόσμου τὴ δόξα τοῦ Θεοῦ. Γι’ αὐτό, νὰ πρεσβεύετε πάντοτε θερμὰ σ’ Αὐτόν, ὥστε νὰ μᾶς δωρίσει ὑγεία καὶ χαρά.
Κοντάκιον. Ἦχος πλ. δ'.
Τῇ Ὑπερμάχῳ.
Tοὺς ἐν Ἁγίοις Ἰατροὺς ἀνευφημήσωμεν, χριστομιμήτως ἐπὶ γῆς τοὺς βιοτεύσαντας, καὶ βλαστήσαντας τὰ ἄνθη τῆς ἀφθαρσίας· ἐν αὐλαῖς γὰρ Παραδείσου συγχορεύοντες, πρυτανεύουσι τὴν χάριν τῶν ἰάσεων, τοῖς κραυγάζουσι· Χαίροις, τίμιον ἄθροισμα.
Στὴν Δημοτικὴ
Ἀς τιμήσουμε ἐπάξια τοὺς Ἁγίους Ἰατρούς, οἱ ὁποῖοι στὴ ζωὴ τους μιμήθηκαν τὸν Χριστὸ καὶ βλάστησαν τὰ ἄνθη τῆς ἀφθαρσίας· καθὼς χορεύουν ὅλοι μαζὶ στὶς αὐλὲς τοῦ Παραδείσου, χορηγοῦν τὴ χάρη τῶν θεραπειῶν σὲ ὅσους κραυγάζουν: «Εἴθε νὰ χαίρεις, πολύτιμο σύνολο».
ΑΙΤΗΣΗ
«Ἔτι δεόμεθα ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων καὶ ἐν θλίψεσιν καὶ περιστάσεσιν ὄντων, καὶ ὑπὲρ τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καὶ πάντων τῶν διακονούντων καὶ παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καὶ κουφισμὸν ἐν τοῖς χώροις τῆς Ὑγείας˙ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον ἐνισχῦσαι, συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».
ΕΥΧΗ
Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί Σωτήρ τοῦ κόσμου˙ ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε καί Σωτήρ τῶν νοσούντων˙ ὁ τάς σωματικάς καί τάς ψυχικάς θλίψεις τῶν ἀνθρώπων θεραπεύων˙ ὁ νικητής τοῦ θανάτου˙ αἰτούµεθά Σου, ὁ Θεός ἡµῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς, καί πάντας τούς ἐν ἀσθενείαις κατακειμένους καί ἐν θλίψεσιν καί περιστάσεσιν ὄντας, ἀπό πάσης νόσου καί ἀπό παντός µολυσµοῦ σαρκός καί πνεύµατος. Κύριε, μή ἐγκαταλίπῃς ἡμᾶς. Τήν ἰατρικήν Σου δύναµιν οὐρανόθεν ἐξαπόστειλον. Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Βοήθησον ἡμῖν εἰς καιρόν ἀσθενείας καί ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Παῦσον πᾶσαν μάστιγα, ὑπομονήν δέ δός ἡμῖν, Κύριε. Ἀνάστησον ἡμᾶς. Γενοῦ πᾶσιν ἡμῖν ἰατρός˙ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης ὀδυνηρᾶς καί ἀπό στρωµνῆς κακώσεως. Ἐξαιρέτως δέ ἐν τῇ ἑορτῇ ταύτῃ τῶν Ἁγίων Ἰατρῶν, πρόσδεξαι τάς ἱκεσίας πάντων τῶν ἰατρῶν, τῶν νοσηλευτῶν, καί πάντων τῶν διακονούντων καί παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας. Ἐνίσχυσον αὐτούς διά τῆς φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου. Ἀποκατάστησον δέ ἡμᾶς ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος˙ πρεσβείαις τῆς Ὑπεραγίας Θεοτόκου, τῶν Ἁγίων Ἰατρῶν, καί πάντων τῶν Ἁγίων σου. Ὅτι σύ εἶ ὁ Θεός ἡμῶν, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, καί σοί τήν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.